Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.216 Dem. 21.220 (English) >>Dem. 21.222

21.218οὐ τοίνυν οἷόν τʼ ἀφανῆ τὴν γνῶσιν ὑμῶν γενέσθαι, οὐδὲ λαθεῖν, οὐδʼ ἀνεξέταστον εἶναι τί ποθʼ ὡς ὑμᾶς τοῦ πράγματος ἐλθόντος ἔγνωτε· ἀλλʼ ἐὰν μὲν κολάσητε, δόξετε σώφρονες εἶναι καὶ καλοὶ κἀγαθοὶ καὶ μισοπόνηροι, ἂν δʼ ἀφῆτε, ἄλλου τινὸς ἡττῆσθαι. οὐ γὰρ ἐκ πολιτικῆς αἰτίας, οὐδʼ ὥσπερ Ἀριστοφῶν ἀποδοὺς τοὺς στεφάνους ἔλυσε τὴν προβολήν, ἀλλʼ ἐξ ὕβρεως, ἐκ τοῦ μηδὲν ἂν ὧν πεποίηκʼ ἀναλῦσαι δύνασθαι κρίνεται. πότερʼ οὖν τούτου γενομένου κρεῖττον αὖθις νυνὶ κολάσαι; ἐγὼ μὲν οἶμαι νῦν· κοινὴ γὰρ κρίσις, καὶ τἀδικήματα πάντʼ ἐφʼ οἷς νῦν κρίνεται κοινά.

21.219ἔτι δʼ οὐκ ἔμʼ ἔτυπτεν, ἄνδρες Ἀθηναῖοι, μόνον οὗτος οὐδʼ ὕβριζε τῇ διανοίᾳ τότε ποιῶν οἷʼ ἐποίει, ἀλλὰ πάντας ὅσους περ ἂν οἴηταί τις ἧττον ἐμοῦ δύνασθαι δίκην ὑπὲρ αὑτῶν λαβεῖν. εἰ δὲ μὴ πάντες ἐπαίεσθε μηδὲ πάντες ἐπηρεάζεσθε χορηγοῦντες, ἴστε δήπου τοῦθʼ ὅτι οὐδʼ ἐχορηγεῖθʼ ἅμα πάντες, οὐδὲ δύναιτʼ ἄν ποθʼ ὑμᾶς οὐδεὶς ἅπαντας μιᾷ χειρὶ προπηλακίσαι. 21.220ἀλλʼ ὅταν εἷς παθὼν μὴ λάβῃ δίκην, τόθʼ ἕκαστον αὐτὸν χρὴ προσδοκᾶν τὸν πρῶτον μετὰ ταῦτʼ ἀδικησόμενον γενήσεσθαι, καὶ μὴ παρορᾶν τὰ τοιαῦτα, μηδʼ ἐφʼ ἑαυτὸν ἐλθεῖν περιμένειν, ἀλλʼ ὡς ἐκ πλείστου φυλάττεσθαι. μισεῖ Μειδίας ἴσως ἐμέ, ὑμῶν δέ γʼ ἕκαστον ἄλλος τις. ἆρʼ οὖν συγχωρήσαιτʼ ἂν τοῦτον, ὅστις ἐστὶν ἕκαστος μισῶν, κύριον γενέσθαι τοῦ ταῦθʼ ἅπερ οὗτος ἐμὲ ὑμῶν ἕκαστον ποιῆσαι; ἐγὼ μὲν οὐκ οἶμαι. μὴ τοίνυν μηδʼ ἔμʼ, ἄνδρες Ἀθηναῖοι, προῆσθε τούτῳ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.216 Dem. 21.220 (English) >>Dem. 21.222

Powered by PhiloLogic